Ezekiel 23:
5καὶ ἐξεπόρνευσεν ἡ Ὄολα ἀπ᾽ ἐμοῦ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς, ἐπὶ τοὺς Ἀσσυρίους τοὺς ἐγγίζοντας αὐτῇ,6ἐνδεδυκότας ὑακίνθινα, ἡγουμένους καὶ στρατηγούς· νεανίσκοι καὶ ἐπίλεκτοι, πάντες ἱππεῖς ἱππαζόμενοι ἐφ᾽ ἵππων. 7καὶ ἔδωκεν τὴν πορνείαν αὐτῆς ἐπ᾽ αὐτούς· ἐπίλεκτοι υἱοὶ Ἀσσυρίων πάντες, καὶ ἐπὶ πάντας οὓς ἐπέθετο, ἐν πᾶσι τοῖς ἐνθυμήμασιν αὐτῆς ἐμιαίνετο. 8καὶ τὴν πορνείαν αὐτῆς ἐξ Αἰγύπτου οὐκ ἐνκατέλιπεν, ὅτι μετ᾽ αὐτῆς ἐκοιμῶντο ἐν νεότητι αὐτῆς, καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν καὶ ⸆ ἐξέχεαν τὴν πορνείαν αὐτῶν ἐπ᾽ αὐτήν. 9διὰ τοῦτο παρέδωκα αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυρίων ἐφ᾽ οὓς ἐπετίθετο. 10αὐτοὶ ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτῆς, υἱοὺς καὶ θυγατέρας αὐτῆς ἔλαβον, καὶ αὐτὴν ἐν ῥομφαίᾳ ἀπέκτειναν· καὶ ἐγένετο λάλημα εἰς γυναῖκας, καὶ ἐκδικήσεις ἐποίησαν ἐν αὐτῇ εἰς τὰς θυγατέρας.
11καὶ ἴδεν ἡ ἀδελφὴ αὐτῆς Ὀόλιβα, καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ αὐτήν, καὶ τὴν πορνείαν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς· 12ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο ἡγουμένους καὶ στρατηγοὺς τοὺς ἐγγὺς αὐτῆς, ἐνδεδυκότας εὐπάρυφα, ἱππεῖς ἱππαζομένους ἐφ᾽ ἵππων· νεανίσκοι ἐπίλεκτοι πάντες. 13καὶ ἴδον ὅτι μεμίανται ὁδὸς μία τῶν δύο. 14καὶ προσέθετο πρὸς τὴν πορνείαν αὐτῆς, καὶ ἴδεν ἄνδρας ἐζωγραφημένους ἐπὶ τοῦ τοίχου, εἰκόνας Χαλδαίων, ἐζωγραφημένους ἐν γραφίδι,15ἐζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσφύας αὐτῶν παραβαπτὰ καὶ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, ὄψις τρισσὴ πάντων, ὁμοίωμα υἱῶν Χαλδαίων, γῆς πατρίδος αὐτοῦ.